ΕΝΟΤΗΤΑ 8.
Λουκιανοῦ, Νεκρικοί Διάλογοι, 17 (διασκευή)
.
Ζην.: Σὺ δέ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες; Ἐγὼ μὲν γὰρ παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγών ἀπεπνίγην.
Καλ.: Τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. Οἶσθα γὰρ καὶ σὺ που Πτοιόδωρον τὸν γέροντα;
Ζην.: Τὸν ἄτεκνον, τὸν πλούσιον;
Καλ.: Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ' ἐμοὶ τεθνήξεσθαι.
Ἐπεί δὲ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον∙ πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδάν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν, ἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ∙ εἰ δὲ τοῦτο ποιήσει, ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
Ζην.: Τί οὖν ἐγένετο; Πάνυ γὰρ τι παράδοξον ἐρεῖν ἔοικας.
Καλ.: Ἐπεί τοίνυν λουσάμενοι ἤκομεν, δυὸ δὴ ὁ μειρακίσκος κύλικας ἑτοίμους ἔχων οὐκ οἶδ' ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ δὲ τό ἀφάρμακτον ἔδωκεν∙ εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ' ἐκείνου νεκρός.
Τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; Καὶ μὴν οὐκ ἔδει γε ἐταίρῳ ἀνδρὶ ἐπιγελᾶν.