|
ΕΝΟΤΗΤΑ 8.
Λουκιανοῦ,
Νεκρικοί
Διάλογοι,
17 (διασκευή)
.
Ζην.:
Σὺ δέ,
ὦ Καλλιδημίδη,
πῶς ἀπέθανες;
Ἐγὼ μὲν γὰρ παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγών
ἀπεπνίγην.
Καλ.: Τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. Οἶσθα γὰρ καὶ σὺ που
Πτοιόδωρον τὸν γέροντα;
Ζην.: Τὸν ἄτεκνον, τὸν πλούσιον;
Καλ.: Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ'
ἐμοὶ τεθνήξεσθαι.
Ἐπεί δὲ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν
κλῆρον ἐξηῦρον∙ πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον,
ἐπειδάν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν, ἐμβαλόντα εἰς κύλικα
ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ∙ εἰ δὲ τοῦτο ποιήσει,
ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
Ζην.: Τί οὖν ἐγένετο; Πάνυ γὰρ τι παράδοξον ἐρεῖν
ἔοικας.
Καλ.: Ἐπεί τοίνυν λουσάμενοι ἤκομεν, δυὸ δὴ ὁ μειρακίσκος
κύλικας ἑτοίμους ἔχων οὐκ οἶδ' ὅπως ἐμοὶ μὲν τὸ φάρμακον,
Πτοιοδώρῳ δὲ τό ἀφάρμακτον ἔδωκεν∙ εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ δὲ
αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ' ἐκείνου νεκρός.
Τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; Καὶ μὴν οὐκ ἔδει γε ἐταίρῳ ἀνδρὶ
ἐπιγελᾶν. |