ΕΝΟΤΗΤΑ 6B

Ξενοφῶντος, Ἀπολογία Σωκράτους, 19-21 (διασκευή)

.

καὶ ἐν ταῖς ἐκκλησίαις γε πάντες δήπου οἱ Ἀθηναῖοι τοῖς φρονιμώτατα λέγουσι πείθονται μᾶλλον ἢ τοῖς προσήκουσιν. Οὐ γὰρ δὴ καὶ στρατηγοὺς αἱρεῖσθε, οὕς ἂν ἡγῆσθε περὶ τῶν πολεμικῶν φρονιμωτάτους εἶναι;  Οὐκοῦν θαυμαστὸν καὶ τοῦτό σοι δοκεῖ εἶναι, ἐμὲ τούτου ἕνεκα θανάτου ὑπό σοῦ διώκεσθαι, ὅτι περὶ  τοῦ μεγίστου ἀγαθοῦ ἀνθρώποις, περὶ παιδείας, βέλτιστος εἶναι ὑπὸ τινων προκρίνομαι;