ΕΝΟΤΗΤΑ 5A

Ἰωάννου Χρυσοστόμου, Εἰς τό ῥητόν τοῦ Προφήτου Δαυίδ PG 55, 517-518 (διασκευή)

.

     Ἀγαπητοί, μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα κοινὰ καὶ οὐδὲν τοῦ ἄλλου πλέον ἔχει∙ σὺ δὲ ἄνθρωπος ὤν, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφάς μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινή, ἀλλὰ καὶ ἕτερα πλείονα∙ οὐρανὸς κοινὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες καὶ ἀὴρ καὶ θάλασσα καὶ γῆ καὶ ζωὴ καὶ τελευτὴ καὶ γῆρας καὶ νόσος καὶ ὑγεία καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων.