|
ΕΝΟΤΗΤΑ 1A
Αἰλινοῦ, Ποικίλη Ἱστορία, 1. 34 (διασκευή) . ΕΝΟΤΗΤΑ 1B
Αἰλινοῦ, Ποικίλη Ἱστορία, 1. 34 (διασκευή) |
|
ΕΝΟΤΗΤΑ 2A
Πλουτάρχου, Βίοι Παράλληλοι, Θεμιστοκλῆς 12. 2-6 (διασκευή) . ΕΝΟΤΗΤΑ 2B
Πλουτάρχου, Βίοι Παράλληλοι, Θεμιστοκλῆς 12. 2-6 (διασκευή) . |
|
ΕΝΟΤΗΤΑ 3A Πολυβίου, Ἱστορίαι, 1. 14. 4-7 Ἐν μὲν οὖν τῷ λοιπῷ βίω τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὐκ ἂν τις ἐκβάλλοι∙ καὶ γὰρ φιλόφιλον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς καὶ συναγαπᾶν τοὺς φίλους· ὅταν δὲ τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ τις, ἐπιλαθέσθαι χρὴ πάντων τῶν τοιούτων ΕΝΟΤΗΤΑ 3B Πολυβίου, Ἱστορίαι, 1. 14. 4-7 |
|
ΕΝΟΤΗΤΑ 4A
Λουκιανοῦ, Ἀληθής Ἱστορία, 1. 23-25 (διασκευή) . Καλὸς δὲ παρὰ Σεληνίταις νομίζεται, ἢν ποὺ τις φαλακρὸς ᾖ. Καὶ μὴν καὶ γένεια φύουσιν μικρὸν ὑπὲρ τὰ γόνατα. Καὶ ὄνυχας ἐν τοῖς ποσὶν οὐκ ἔχουσιν, ἀλλὰ πάντες εἰσίν μονοδάκτυλοι. Καὶ ἐπειδάν ἢ πονῶσιν ἢ γυμνάζωνται, γάλακτι πᾶν τὸ σῶμα ἰδροῦσιν, ὥστε καὶ τυροὺς ἀπ’ αὐτοῦ πήγνυνται. Τοὺς δὲ ὀφθαλμοὺς περιαιρετοὺς ἔχουσι καὶ πολλοί τούς σφετέρους ἀπολέσαντες παρ’ ἄλλων χρησάμενοι ὀρῶσιν. Τινὲς δὲ καὶ πολλοὺς ἀποθέτους ἔχουσιν, οἱ πλούσιοι. ΕΝΟΤΗΤΑ 4B
Λουκιανοῦ, Ἀληθής Ἱστορία, 1. 23-25 (διασκευή)
|
|
ΕΝΟΤΗΤΑ 5A
Ἰωάννου Χρυσοστόμου, Εἰς τό ῥητόν τοῦ Προφήτου Δαυίδ PG 55, 517-518 (διασκευή) ΕΝΟΤΗΤΑ 5B
Ἰωάννου Χρυσοστόμου, Εἰς τό ῥητόν τοῦ Προφήτου Δαυίδ PG 55, 517-518 (διασκευή) |
|
ΕΝΟΤΗΤΑ 6A Ξενοφῶντος, Ἀπολογία Σωκράτους, 19-21 (διασκευή) Μελ. Ἀλλὰ ναί, μὰ Δί’, ἐκείνους οἶδα οὓς σὺ πέπεικας σοὶ πείθεσθαι μᾶλλον ἢ τοῖς γονεῦσι. ΕΝΟΤΗΤΑ 6B Ξενοφῶντος, Ἀπολογία Σωκράτους, 19-21 (διασκευή) |
|
ΕΝΟΤΗΤΑ 7A
Ξενοφῶντος, Ἀγησίλαος, 7. 1-3 . ΕΝΟΤΗΤΑ 7B
Ξενοφῶντος, Ἀγησίλαος, 7. 1-3 . |
|
ΕΝΟΤΗΤΑ 8A Κριτίας, Σίσυφος απ. 19, στ. 1-21 ΕΝΟΤΗΤΑ 8B Κριτίας, Σίσυφος απ. 19, στ. 1-21 |
|
ΕΝΟΤΗΤΑ 9A Παυσανίου, Ἑλλάδος Περιήγησις, 5. 6. 7-8 (διασκευή) . Κατά δέ τήν ἐς Ὀλυμπίαν ὁδόν ἔστιν ὄρος πέτραις ὑψηλαῖς ἀπότομον, Τυπαῖον καλούμενον. Κατά τούτου τάς γυναῖκας Ἠλείοις ἐστίν ὠθεῖν νόμος, ἤν φωραθῶσιν ἐς τόν ἀγῶνα ἐλθοῦσαι τόν Ὀλυμπικόν ἤ καί ὅλως ἐν ταῖς ἀπειρημέναις σφίσιν ἡμέραις διαβᾶσαι τόν Ἀλφειόν. Οὐ μήν οὐδέ ἁλῶναι λέγουσιν οὐδεμίαν, ὅτι μή Καλλιπάτειραν μόνην, ἥ ὑπό τινων καί Φερενίκη καλεῖται. ΕΝΟΤΗΤΑ 9B Παυσανίου, Ἑλλάδος Περιήγησις, 5. 6. 7-8 (διασκευή) |
|
ΕΝΟΤΗΤΑ 10A Λουκιανοῦ, Νεκρικοί Διάλογοι 24, 2-3 (διασκευή) ΣΩΣ: Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκών ἔπραττον ἤ ἐπεκέκλωστό μοι ὑπό τῆς Μοίρας; ΣΩΣ: Οὐκοῦν καί οἱ χρηστοί ἅπαντες καί οἱ πονηροί δοκοῦντες ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν; ΜΙΝ: Ναί, τῇ Κλωθοῖ, ἥ ἑκάστῳ ἐπέταξε γεννηθέντι τά πρακτέα. ΕΝΟΤΗΤΑ 10B Λουκιανοῦ, Νεκρικοί Διάλογοι 24, 2-3 (διασκευή) |
|
ΕΝΟΤΗΤΑ 11A
Πλάτωνος, Νόμοι, 88 1b-e (διασκευή)
Ὅς ἄν τολμήσῃ πατέρα ἤ μητέρα ἤ τούτων πατέρας ἤ μητέρας τύπτειν, πρῶτον μέν ὁ προστυγχάνων βοηθείτω, καί ὁ μέν μέτοικος ἤ ξένος εἰς προεδρίαν τῶν ἀγώνων καλείσθω βοηθῶν, μή βοηθήσας δέ ἀειφυγίαν ἐκ τῆς χώρας φευγέτω· ὁ δέ μή μέτοικος βοηθῶν μέν ἔπαινον ἐχέτω, μή βοηθῶν δέ, ψόγον· δοῦλος δέ βοηθήσας μέν ἐλεύθερος γιγνέσθω, μή βοηθήσας δέ πληγάς ἑκατόν τῇ μάστιγι τυπτέσθω. ΕΝΟΤΗΤΑ 11B
Πλάτωνος, Νόμοι, 88 1b-e (διασκευή)
|
|
ΕΝΟΤΗΤΑ 12A
Ἰωάννης Χρυσόστομος, Περί Λαζάρου, PG 48. 1030-1031 (διασκευή) . Ἔστωσαν δύο ἁμαρτωλοί, ὁ μέν κολαζόμενος, ὁ δέ μή κολαζόμενος. Μή λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανούς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ’ ἁρπάζων εὐδοκιμεῖ, τιμῆς μεγάλης ἀπολαύει καί δυναστείας, οὐδέν τῶν ἀνθρωπίνων κακῶν ὑπομένει· ἀλλά τοῦτον μάλιστα θρήνει, ὅτι καί νοσεῖ καί οὐ θεραπεύεται. Ἐάν ἴδῃς τινά ὑδέρῳ κατεχόμενον, καί μή τρέχοντα πρός τόν ἱατρόν, ἀλλά τράπεζαν ἔχοντα Συβαριτικήν, μεθύοντα καί ἐπιτείνοντα τήν νόσον, μακαρίζεις τοῦτον, ἤ ταλανίζεις; ΕΝΟΤΗΤΑ 12B
Ἰωάννης Χρυσόστομος, Περί Λαζάρου, PG 48. 1030-1031 (διασκευή) . |
|
ΕΝΟΤΗΤΑ 13A
Γάιος Μουσώνιος Ροῦφος (Στοβαῖος, Ἀνθολόγιον 3. 18.37), (διασκευή) .
Πολλῶν ἡδονῶν οὐσῶν, αἵ τόν ἄνθρωπον ἐνδιδόναι αὐταῖς βιάζονται παρά τό συμφέρον, δυσμαχωτάτη εἶναι δοκεῖ ἡ περί τροφήν ἡδονή. Ταῖς μέν γάρ ἄλλαις ἡδοναῖς σπανιώτερον ὁμιλοῦμεν, ταύτης δέ ἀνά πᾶσαν ἡμέραν πάντως πειρᾶσθαι ἀνάγκη, ὥστε πλείους οἱ ἐνταῦθα κίνδυνοι. Καί γάρ ὁ πλέον ἤ δεῖ ἐσθίων ἁμαρτάνει, καί ὁ κατασπεύδων ἐν τῷ ἐσθίειν, καί ὁ τά ἡδίω τῶν ὑγιεινοτέρων βρώματα προτιμῶν. Ἔστι δέ ἁμαρτία περί τροφή καί ὅταν παρά καιρόν προσφερώμεθα αὐτήν. ΕΝΟΤΗΤΑ 13B
Γάιος Μουσώνιος Ροῦφος (Στοβαῖος, Ἀνθολόγιον 3. 18.37), (διασκευή)
. |
|
ΕΝΟΤΗΤΑ 14A Αἰλιανοῦ, Περί ζῴων ἰδιότητος 2.8 (διασκευή) . Οἱ Εὐβοεῖς ἁλιεῖς τοῖς δελφῖσι ἰσομοιρίαν τῆς θήρας ἀπονέμουσι. Καί ἡ ἄγρα τοιαύτη ἐστί. Τῆς πρῴρας τῶν ἀκατίων κοίλας τινάς ἐξαρτῶσιν ἐσχαρίδας πυρός ἐνακμάζοντος· καί εἰσί διαφανεῖς, ὡς καί στέγειν τό πῦρ καί μή κρύπτειν τό φῶς. Οἱ τοίνυν ἰχθύες δεδιότες τήν αὐγήν πλησιάζουσι μαθεῖν βουλόμενοι τοῦ φοβοῦντος σφᾶς τήν αἰτίαν· εἶτα ἐκπλαγέντες πρός τινι πέτρᾳ ἡσυχάζουσιν ἀθρόοι παλλόμενοι τῷ δέει. ΕΝΟΤΗΤΑ 14B Αἰλιανοῦ, Περί ζῴων ἰδιότητος 2.8 (διασκευή) . |
|
ΕΝΟΤΗΤΑ 15A Λυσίου, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 20-22 (διασκευή) . Φύντες καλῶς καί φρονοῦντες ὅμοια, πολλά μέν καλά καί θαυμαστά οἱ πρόγονοι τῶν ἐνθάδε κειμένων ἠργάσαντο, ἀείμνηστα δέ καί μεγάλα οἱ ἐξ ἐκείνων γεγονότες τρόπαια διά τήν αὑτῶν ἀρετήν κατέλιπον. Μόνοι γάρ ὑπέρ ἁπάσης τῆς Ἑλλάδος πρός πολλάς μυριάδας τῶν βαρβάρων διεκινδύνευσαν. Ὁ γάρ τῆς Ἀσίας βασιλεύς ἐλπίζων καί τήν Εὐρώπην δουλώσεσθαι ἔστειλε πεντήκοντα μυριάδας στρατιάν. ΕΝΟΤΗΤΑ 15B Λυσίου, Ἐπιτάφιος τοῖς Κορινθίων βοηθοῖς 20-22 (διασκευή) . |
|
ΕΝΟΤΗΤΑ 16A Ψευδο-Καλλισθένους, Μυθιστορία Ἀλεξάνδρου, Παραλλαγή γ, 22. . Βασιλεύς Ἀλέξανδρος Στατείρᾳ καί Ῥοδῷ καί Ῥωξάνῃ τῇ ἐμῇ γυναικί χαίρειν. Ἀντιταξάμενον ἡμῖν Δαρεῖον οὐκ ἠμυνάμεθα, εἰ μή τοὐναντίον, ηὐχόμην γάρ ἐγώ ζῶντα ὑπό τά ἐμά σκῆπτρα ἔχειν· ἐλαχίστως δέ ἔχοντος ἐπί τῷ πνεύματι αὐτοῦ τοῦτον κατέλαβον ἐν τῇ ἐσχάτῃ ἀναπνοῇ, ὅν ἐλεήσας τῇ ἐμαυτοῦ χλαμύδι περιέστειλα. Ἐπυθόμην δέ παρ’ αὐτοῦ τι ἀκοῦσαι περί τῆς ἀπωλείας αὐτοῦ. Ὁ δέ μοι εἶπεν· «παρακαταθήκην ἔχε τήν ἐμήν θυγατέρα Ῥωξάνην καί συμβιώσει σοι». […] ΕΝΟΤΗΤΑ 16B Ψευδο-Καλλισθένους, Μυθιστορία Ἀλεξάνδρου, Παραλλαγή γ, 22. . |
|
ΕΝΟΤΗΤΑ 17A Παράφρασις τῶν τοῦ Διονυσίου Ἰξευτικῶν 2. 9 . Φίλτατοι δ’ εἰσίν οἱ ἐρῳδιοί τοῖς ἀνθρώποις καί προσημαίνουσιν εὐδίαν τε καί χειμῶνα, μάλιστα πρός ἐκεῖνο τό μέρος, ὅθεν ἄν μέλλῃ σφοδρότατος ἄνεμος πνεῖν, ἐπί τοῖς στήθεσι τάς κεφαλάς κατακλίνοντες. Ναύτης γοῦν οὐκ ἄν ποτε ἑκών ἐρῳδιόν ἀποκτείνειεν, ἐπειδή πιστεύονται τοῖς ἁλιεῦσιν ἐν τῇ θαλάττῃ σημαίνειν, ὁπόσα τοῖς θηραταῖς ἐπί τῆς γῆς οἱ ἱέρακες. ΕΝΟΤΗΤΑ 17B Παράφρασις τῶν τοῦ Διονυσίου Ἰξευτικῶν 2. 9 . |
|
ΕΝΟΤΗΤΑ 18A Ἀλκιδάμαντος, Περί Σοφιστῶν 15. 27-28 (διασκευή) . ΕΝΟΤΗΤΑ 18B Ἀλκιδάμαντος, Περί Σοφιστῶν 15. 27-28 (διασκευή) . |
Αρχαία Ελληνικά Arxaia Ellinika Γυμνάσιο Λύκειο Ξενοφών Θουκυδίδης Πλάτων ΣΟΦΟΚΛΕΟΥΣ – ΑΝΤΙΓΟΝΗ ΛΥΣΙΑΣ ΔΗΜΟΣΘΕΝΗΣ ΙΣΟΚΡΑΤΗΣ
Design:man.tselepis